[ ]
Phryg. — Upper Tembris Valley: Kirkpinar — 79 AD — ANRW II 18,3.1990.1967,15
| 1 | ἐπὶ ὑπάτων Οὐεσπασιανοῦ Καίσα- |
| ρος τὸ θʹ καὶ Τίτου Καίσαρος τὸ ζʹ, Τί- | |
| τος Φλάβιος Ἥλιος Οὐεσπασια- | |
| νοῦ Καίσαρος ἀπελεύθερος εἰρηνο- | |
| 5 | φύλαξ τῆς ἐπαρχείας, υἱὸς δὲ Γλύ- |
| κωνος Τειμαίου Ἀγροστεα- | |
| νοῦ, ὑπὲρ τῶν Σεβαστῶν καὶ ὑπὲρ | |
| ἑαυτοῦ καὶ ὑπὲρ Σεξτιλίας Ποπλίου | |
| θυγατρὸς Ἡδονῆς τῆς ἑαυτοῦ γυναικὸς | |
| 10 | καὶ ὑπὲρ Τίτου Φλαβίου Σεξτιλιανοῦ |
| Ἡλίου υἱοῦ ἰδίου Διὶ Βεννίῳ τῆς ἑαυτοῦ πατρί- | |
| δος Ἀγροστεων καὶ Ζβουρηας καὶ τοῖς πα- | |
| τρίοις θεοῖς εὐξάμενος ἀνέθηκεν. |