[ ] Phryg. — Amorion (Hisarköy) — 2nd-early 3rd c. AD — AS 38.1988.181
1 ἡ βούλη καὶ ὁ δῆμος
ἐτείμησεν Αἰλίαν Ἀλε-
ξάνδρου θυγατέρα Ἀμ-
μίαν, γυναῖκα Μάρ(κου) Ἰ(ουλίου) Δα-
5 μιανοῦ καὶ μητέρα
Μάρ(κου) Ἰ(ουλίου) Ἀκύλα τοῦ ἀσιάρ-
χου, θυγατέρα δὲ τῆς πό-
λεως, σεμνότητι καὶ ἐπι<ει>-
κείᾳ τρόπου διαφέρου-
10 σαν πασῶν τῶν ἐν τῷ ἔ-
θνει γυναικῶν, ἣ ὑπερβε-
βλήκεν{αι} σωφροσύνῃ τε
καὶ φιλανδρίᾳ· καὶ οἱ ἐπὶ τῆς Ἀ-
σίας Ἕλληνες ἀρχιερατεύου-
15 σ<α>ν τῶν μεγίστων ἐν Ἐφέσῳ
ναῶν ἐμαρτύρησαν.
Search Help
Contact Us