[ ] Phryg. — Kotiaion (Kütahya), Area of — bef. mid. 4th c. AD — AS 5.1955.31,1 — SEG 30.1484, 40.1218 cf.
1 Αὐρ. Ἀθηνόδοτος Δοκιμεὺς τεχνίτης ἐποίησε τὸ ἔργον.
ἔνθα χθὼν κατέχι Ἀκάκιον σώ-
FRONAN A)/NDRA, %3 *MHNODW/ROU UI(O/N, QEOTI/MHTON A)LHQW=S, %3
ἤσιον ἐν κόσμῳ ἑῆς πάτρης κα-
5 τὰ πάντα· / τριάκοντα ἔτη ἐν
χηροσύνῃ ὑπομίνας, / μουνό-
γαμος μοῦνον τεῦξεν τέκνον ἐν βιό-
τοιο, / τοὔνομα Λουκίλλαν τὴν σώφρο-
να, τῷ πατρὶ κῦδος· / δῶκεν δ’ αὐτὴν ἀν-
10 δρὶ ἐφ’ ἐλπίσι γηροκομηθῆν / ἀνεψιῷ
Τροφίμῳ· τύχαν δὲ κακῶν ὑμενέων, /
ὀκτὼ κὲ δέκα μῆνας μεθ’ αὐτὸν οὐκ
ἐβίωσεν· / πικραὶ γὰρ Μοῖραι ἴσους μίτους
ἐπέκλωσαν / μητρὶ κὲ θυγατρὶ ὅμοια Πρω-
15 τεσιλάου. / Δόμνη σεμνοτάτη τύμβοις
ἰδίοισι δὲ κῖται· / τριακονταέτη θυγατέ-
ραν κατέλιψε, / τεσσαρέτη πάλιν αὐτὴ τὸν
πατέραν ἐπρόαξεν· / τύμβοις παππῴοις
μετὰ τοῦ πατρὸς ἐνθάδε κῖτη. / ἄνδρες
20 πρεσβύτατοι κὲ ὁμήλικες ἠδὲ νέοι τε, /
δῆριν πρὸς τίναν ἔσχον; οὐ πρὸς νέον οὐδὲ
γέροντα· / τιμῇ τῇ μεγάλῃ παρὰ πάτρης πα-
ρεπέμφθην· / θεός πού μ’ ἐκέλευσ’· ἐνὴ Πλου-
τεῖ ἢ Παραδίζῳ / μισθοὺς ἀντιλάβοιτε παρ’ ἀθανάτου θεοῦ
25 αὐτοῦ· / ἐμοὶ γὰρ οὐ μελέτη· κακὸν κόσμον κατέλιψα. /
τὴν σφραγῖδα θεὸς ἐμοὶ τέκνῳ διασώζι· / θνητὸς ἐν ἀθανά-
τοις Ἀβρὰ[μ κ]όλποις τετύχηκα, ⋮ / θεῷ δουλεύω, Παραδίζοισι κατοικῶ.
Search Help
Contact Us