[ ]
Phryg. — Kotiaion (Kütahya), Area of — bef. mid. 4th c. AD — AS 5.1955.31,1 — SEG 30.1484, 40.1218 cf.
1 | Αὐρ. Ἀθηνόδοτος Δοκιμεὺς τεχνίτης ἐποίησε τὸ ἔργον. |
ἔνθα χθὼν κατέχι Ἀκάκιον σώ- | |
φροναν ἄνδρα, / Μηνοδώρου υἱόν, θεοτίμητον ἀληθῶς, / | |
ἤσιον ἐν κόσμῳ ἑῆς πάτρης κα- | |
5 | τὰ πάντα· / τριάκοντα ἔτη ἐν |
χηροσύνῃ ὑπομίνας, / μουνό- | |
γαμος μοῦνον τεῦξεν τέκνον ἐν βιό- | |
τοιο, / τοὔνομα Λουκίλλαν τὴν σώφρο- | |
να, τῷ πατρὶ κῦδος· / δῶκεν δ’ αὐτὴν ἀν- | |
10 | δρὶ ἐφ’ ἐλπίσι γηροκομηθῆν / ἀνεψιῷ |
Τροφίμῳ· τύχαν δὲ κακῶν ὑμενέων, / | |
ὀκτὼ κὲ δέκα μῆνας μεθ’ αὐτὸν οὐκ | |
ἐβίωσεν· / πικραὶ γὰρ Μοῖραι ἴσους μίτους | |
ἐπέκλωσαν / μητρὶ κὲ θυγατρὶ ὅμοια Πρω- | |
15 | τεσιλάου. / Δόμνη σεμνοτάτη τύμβοις |
ἰδίοισι δὲ κῖται· / τριακονταέτη θυγατέ- | |
ραν κατέλιψε, / τεσσαρέτη πάλιν αὐτὴ τὸν | |
πατέραν ἐπρόαξεν· / τύμβοις παππῴοις | |
μετὰ τοῦ πατρὸς ἐνθάδε κῖτη. / ἄνδρες | |
20 | πρεσβύτατοι κὲ ὁμήλικες ἠδὲ νέοι τε, / |
δῆριν πρὸς τίναν ἔσχον; οὐ πρὸς νέον οὐδὲ | |
γέροντα· / τιμῇ τῇ μεγάλῃ παρὰ πάτρης πα- | |
ρεπέμφθην· / θεός πού μ’ ἐκέλευσ’· ἐνὴ Πλου- | |
τεῖ ἢ Παραδίζῳ / μισθοὺς ἀντιλάβοιτε παρ’ ἀθανάτου θεοῦ | |
25 | αὐτοῦ· / ἐμοὶ γὰρ οὐ μελέτη· κακὸν κόσμον κατέλιψα. / |
τὴν σφραγῖδα θεὸς ἐμοὶ τέκνῳ διασώζι· / θνητὸς ἐν ἀθανά- | |
τοις Ἀβρὰ[μ κ]όλποις τετύχηκα, ⋮ / θεῷ δουλεύω, Παραδίζοισι κατοικῶ. |