[ ]
Phryg., N. — Aizanoi (Çavdarhisar) — 49/8 BC — MDAI(I) 25.1975.351,1
1 | ἔτους ζλʹ. |
ἔδοξεν τοῖς ὑπογεγραμμένοις | |
βουλευταῖς· ἐπειδὴ Μηνογένης Με- | |
νίσκου τῶν πολιτῶν ἀπὸ τῆς πρ[ώ]- | |
5 | της ἡλικίας εὐτάκτως καὶ ἐπιει- |
κῶς τὸν ἅπαντα τοῦ ζῆν χρόνο[ν] | |
βεβιωκὼς καὶ διενηνοχ%⁸⁰ὼς τ[ῶν] | |
ἄλλων ἐν πίστει χρήσι%⁸⁰μ%⁸⁰ο[ν] | |
ἑαυτὸν παρέσχετο τοῖς πολλο[ῖς] | |
10 | ἔν τε ταῖς πιστευθείσαις ἀρχαῖς |
ὑπὸ τοῦ δήμου καθαρ<ε>ίως καὶ φι- | |
λοδόξως ἀξιοζήλωτος ἐφαί- | |
[ν]ετο, τὰ δὲ νῦν ἐν ἑβδομήκοντα | |
[γ]εγονὼς ἔτεσιν μετήλλαξεν, κ[α]- | |
15 | [λ]ῶς ἔχον ἐστὶν στεφανωθῆναι |
[αὐ]τὸν χρυσῶι στεφάνωι καὶ τοῦ σ[ώ]- | |
[μα]τ̣ος ἐνεχθέντος εἰς τὴν ἀγορὰν | |
[αὐτὸν] ταινιωθῆναι καὶ προπεμπθῆ̣- | |
[ναι ὑ]πό τε τῶν ἐφήβων καὶ νέων καὶ | |
20 | [τῶν] ἄλλων μέχρι τοῦ μνήματος. |
[Μ]ηνογένη Μενίσκου | |
χαῖρε. |