[ ] Phryg. — Apameia (Dinar) — 3rd c. AD — CIG 3964 — Peek, GVI 1113a — Ramsay, CB 343, p.476
1 τὸ ζῆν ὁ ζήσας καὶ θανὼν ζῇ τοῖς φίλοις,
ὁ κτώμενος δὲ πολλὰ μὴ τρυφῶν σὺν τοῖς φίλοις
οὗτος τέθνηκε περιπατῶν καὶ ζῇ νεκρῶ̣ν̣ [τρό]π̣[ον].
ἐγὼ δὲ ἐτρύφησα Μηνογένης ὁ κὲ Εὐσταθής,
5 μετέδωκ[α] ἐμαυτοῦ πάντα τῇ ψυχῇ καλά·
ἀμάχως ἐβίωσα μετὰ φίλων κὲ συνγενῶν,
μηδέποθ’ ὑπούλως ἢ δολίως λαλῶν τινι.
οὗτος ὁ βίος μοι γέγονεν, ὅταν ἔζων ἐγώ·
ἐς πάντα δ’ ηὐτύχησα, ἐμαυτὸν πιστεύσας θεῷ,
10 τὸ δ’ ὀ[φ]ειλ̣όμενον ἀπέδωκα τῇ φύσι τέλος. /
Ῥοῦφος ἐπύησα Μηνογένει μου γλυκυτάτῳ πατρὶ
κὲ Παύλει Μ[η]νογένου φιλάνδρῳ μέχ<ρ>ι τέλους.
Search Help
Contact Us