[ ]
Phryg. — Apameia (Dinar) — 3rd c. AD — CIG 3964 — Peek, GVI 1113a — Ramsay, CB 343, p.476
1 | τὸ ζῆν ὁ ζήσας καὶ θανὼν ζῇ τοῖς φίλοις, |
ὁ κτώμενος δὲ πολλὰ μὴ τρυφῶν σὺν τοῖς φίλοις | |
οὗτος τέθνηκε περιπατῶν καὶ ζῇ νεκρῶ̣ν̣ [τρό]π̣[ον]. | |
ἐγὼ δὲ ἐτρύφησα Μηνογένης ὁ κὲ Εὐσταθής, | |
5 | μετέδωκ[α] ἐμαυτοῦ πάντα τῇ ψυχῇ καλά· |
ἀμάχως ἐβίωσα μετὰ φίλων κὲ συνγενῶν, | |
μηδέποθ’ ὑπούλως ἢ δολίως λαλῶν τινι. | |
οὗτος ὁ βίος μοι γέγονεν, ὅταν ἔζων ἐγώ· | |
ἐς πάντα δ’ ηὐτύχησα, ἐμαυτὸν πιστεύσας θεῷ, | |
10 | τὸ δ’ ὀ[φ]ειλ̣όμενον ἀπέδωκα τῇ φύσι τέλος. / |
Ῥοῦφος ἐπύησα Μηνογένει μου γλυκυτάτῳ πατρὶ | |
κὲ Παύλει Μ[η]νογένου φιλάνδρῳ μέχ<ρ>ι τέλους. |