[ ]
Phryg. — Apameia (Dinar) — REG 2.1889.30,b — Ramsay, CB 294/5, p.461 — IGR 4.790
I.1 | ἡ βουλὴ κ[αὶ ὁ δῆμος καὶ] |
[οἱ] κατοικοῦ[ντες Ῥωμαῖ]- | |
οι ἐτείμησα[ν Τ]ιβέριον | |
Κλαύδιον Τιβερίου Κλαυ- | |
5 | δίου Πείσωνος Μιθρι- |
δατιανοῦ ὑὸν Κυρείνα | |
Γρανιανόν, γυμνασιαρ- | |
χοῦντα δι’ ἀγοραίας ἐκ | |
τῶν ἰδίων τῇ γλυκυτά- | |
10 | τῃ πατρίδι, δίχα τοῦ πό- |
ρου τοῦ ἐκ τοῦ δημοσίου | |
διδομένου, vv τὴν ἀνάσ- | |
τασιν ποιησαμένων | |
ἐκ τῶν ἰδίων τῶν ἐν τῇ | |
15 | Σκυτικῇ Πλατείᾳ τεχνει- |
τῶν. | |
II.1 | ἡ βουλὴ κ[αὶ ὁ δῆμος καὶ οἱ] |
[κατοικοῦντες Ῥωμαῖοι ἐτείμησαν] | |
Τι. Κλα̣ύδιον Τι. Κλαυδίου [Μιθρι]- | |
δάτου ὑὸν Κυρείνα Πείσωνα | |
5 | Μιθριδατιανόν, ἱερέα διὰ βίου |
Διὸς Κελαινέως, ἐφηβαρχήσαντα | |
καὶ γυμνασιαρχήσαντα καὶ ἀγορα- | |
νομήσαντα διὰ ἀγοραίας καὶ ὑπεσ- | |
χημένον ὑπὲρ τοῦ υἱοῦ Κλαυδίου | |
10 | Γρανιανοῦ γυμνασιαρχίαν δι’ ἄγο- |
ραίας ἐκ τῶν ἰδίων, δίχα πόρου τοῦ | |
διδομένου ἐκ τοῦ δημοσίου, δηνα- | |
ρίων μυρίων πεντακ∙(οσίων) χειλίων, | |
τὴν ἀνάστασιν ποιησαμένων | |
15 | ἐκ τῶν ἰδίων τῶν ἐν τῇ Σκυτικῇ |
Πλατείᾳ τεχνειτῶν. | |
17 | ἐπιμεληθέντων Παπίου Δείδα τοῦ Αἰδούχου καὶ Τυράννου Μύτα |
καὶ Λουκίου Μουνατίου Ἄνθου καὶ Τρύφωνος Διογᾶ. |