[ ]
Phryg. — Apameia (Dinar) — BCH 17.1893.313,8 — Ramsay, CB 299, p.464 — IGR 4.791
0 | [ἡ βουλὴ καὶ ὁ δῆμος καὶ οἱ κατοικοῦντες] |
Ῥωμαῖοι ἐτείμησαν | |
Πρόκλον Μαννήιον | |
Ποπλίου Ῥωμιλία | |
Ῥούσωνα, ἀγομένης | |
5 | πανδήμου ἐκκλησιας, ἄν- |
δρα ἀγαθὸν καὶ μεγαλόφρ̣[ο]- | |
να δι<ά> τε τὰς ἐκ προγόνων | |
αὐτοῦ καὶ τὰς ἰδίας εἰς τὴν πα- | |
τρίδα συνκρίτους εὐεργεσί- | |
10 | ας, θρέψαντά τε τὴν πόλιν ἐν |
δυσχρήστοις πολλάκις και- | |
ροῖς καὶ πρεσβεύσαντα πρὸς | |
τοὺς Σεβαστοὺς περὶ τῶν | |
συνφερόντων πραγμάτων | |
15 | καὶ ἐπιτυχόντα τὰς παρὰ τῶν |
ἀρχιερέων φιλοδοσίας, | |
[ὑπὲ]<ρ> τε τῆς πόλεως ἐν παντὶ | |
[και]ρῷ δημοφελέως {²⁶δημωφελῶς / δημωφελῆ}²⁶ γενομε- | |
[νο]ν καὶ συναυξήσαντα τὰς | |
20 | [δημ]οσίας προσόδους, ἀνασ- |
[τη]σάντων τὸν ἀνδριάντα τῶν | |
ἐπὶ τῆς Θερμαίας πλατείας ἐργασ- | |
τῶν ὑπὸ ἐπιμέλειαν Εὐμένου[ς] | |
Διονυσίου καὶ Ἰουλ. Δουβασσίωνο[ς] | |
25 | κατὰ τῆς πόλεως ψήφισμα. |