[ ]
Phryg. — Apameia (Dinar) — BCH 17.1893.247,18 — Ramsay, CB 305, p.468 — IGR 4.783
1 | οἱ γέροντες |
ἐτείμησαν Λούκιον Ἀτίλιον | |
Λουκίου υἱὸν Πρόκλον | |
νεώτερον ∙ ἱερέα τῶν Σεβαστῶν | |
5 | φιλογέροντα καὶ φιλόπατριν, |
πρεσβεύσαντα πρὸς τοὺς Σεβασ- | |
τοὺς δωρεὰ<ν> ὑπὲρ τῶν εἰς τὴν κτί- | |
σιν διαφερόντων, ἐν τε ταῖς λοιπαῖς | |
τῆς πόλεως καὶ τῆς γερουσίας | |
10 | χρείαις ἁγνῶς καὶ δικαίως ἐκ προ- |
γόνων πολιτευόμενον, σ<υ>νή- | |
γορον τῆς γερουσίας. |