[ ] Phryg. — Apameia (Dinar) — 9 BC? — Cl.Rev. 5.1955.244 (col. VI) — SCO 16.1967.91,ApGr 4 — RDGE 65.D40-51; *SEG 15.815
40 ἦρξεν δὲ τῶι κόσμωι τῶν δι’ αὐτὸν εὐανγελί[ων ἡ γενέθλιος ἡμ]έ̣ρα
τοῦ θεοῦ, τῆς δὲ Ἀσίας ἐψηφισμένης ἐν Σμύρνη[ι ἐπὶ ἀνθυ]πάτου
Λευκίου Οὐλκακίου Τύλλου, γραμμοτεύοντος Παπ[ίωνο]ς Διοσιερίτου,
τῶι μεγίστας εἰς τὸν θεὸν καθευρόντι τειμὰς εἶναι στέφανον,
Παῦλλος Φάβιος Μάξιμος ὁ ἀνθύπατος τῆς ἐπαρχήας εὐεργέτης
45 ἀπὸ τῆς ἐκείνου δεξιᾶς καὶ [γ]νώμης ἀπεσταλμένος ξὺν τοῖς ἄλλοις
οἷς εὐεργέτησεν τὴν ἐπαρχήαν ὧν εὐεργεσιῶν τὰ μεγέθη λόγος
εἰπεῖν οὐδεὶς ἂν ἐφίκοιτο, καὶ τὸ μέχρι νῦν ἀγνοηθὲν ὑπὸ τῶν Ἐλλή-
νων εἰς τὴν τοῦ Σεβαστοῦ τειμὴν εὕρετο, τὸ ἀπὸ τῆς ἐκείνου γενέ-
σεως ἄρχειν τῷ βίῳ τὸν χρόνον· διὸ τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδό-
50 χθαι τοῖς τῆς Ἀσίας Ἓλλησιν, ἄρχειν τὴν νέαν νουμηνίαν πάσαις
ταῖς πόλεσιν τῇ πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ἥτις ἐστὶν γενέ-
θλιος ἡμέρα {²κτλ.}²
Search Help
Contact Us