[ ] Phryg. — Apameia (Dinar) — ca. 9 BC? — CIG 3957,c (col.III) — SCO 16.1967.88 ApGr 2b — Sherk, RDGE 65,A.15-25
— — —
1 δηλονότι κατά τινα θήαν β̣[ούλησιν οὕτως τῆς τάξεως]
προτετυπωμένης, ἵνα ἀφορμὴ̣ [γένοιτο τῆς εἰς τὸν Σεβασ]-
τὸν τιμῆς, καὶ ἐπεὶ δύσκολον [μέν ἐστιν τοῖς τοσούτοις]
αὐτοῦ εὐεργετήμασιν κατ’ ἴ[σον εὐχαριστεῖν, εἰ μὴ πα]-
5 ρ’ ἕκαστα ἐπινοήσαιμεν τρόπ[ον τινὰ τῆς ἀμείψεως, ἥ]-
δε[ιον δ’ ἂ]ν ἄνθρωποι τὴν κο[ινὴν πᾶσιν ἡμέραν γενέθλι]-
ον ἀ[γά]γο<ιε>ν ἐὰν προσγένηται αὐτοῖς καὶ ἰδία τις διὰ τὴν]
ἀρχὴν <ἡ>δονή, δοκεῖ μοι πασῶ[ν τῶν πολειτηῶν εἶναι μί]-
αν καὶ τὴν αὐτὴν νέαν νουμη[νίαν τὴν τοῦ θηοτάτου Καί]-
10 σαρος γενέθλιον, ἐκείνῃ τε πάντ[ας εἰς τὴν ἀρχὴν ἐνβαίνειν],
ἥτις ἐστὶν πρὸ ἐννέα καλανδῶν [Ὀκτωβρίων, ὅπως καὶ περισσό]-
τερον τειμηθῆι προσλαβομένη [ἔξωθέν τινα θρησκήαν καὶ]
μᾶλλον πᾶσιν γένηται γνώριμ<ο>ς, [— — —c.18-23— — —]
— — —
Search Help
Contact Us