[ ] Phryg. — Tiberiopolis: Hasanlar — LBW 1011 (CIG 3847b) — IGR 4.555
1 [ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Ἀ]νκ̣[υρα]ν̣ῶ̣ν̣ ἐτίμησ[εν]
[Με]νέλα[ον ․․․․]οτίμου τὸν στεφανηφό-
[ρ]ον καὶ γραμματέα, γυμνασιαρχήσαντα
καὶ ἀλίψαντα τὸν δῆμον ἐκ λουτήρω[ν]
5 καὶ λούσαντα ἐκ τῶν ἰδίων καὶ ἄρξαν-
τα τῆς ἱερωτάτης τοῦ θεοῦ Ἀπόλλω-
νος παγηγύρεος ἐν τῷ ἄλσει καὶ ἑστιά-
σαντα τὴν πατρίδα, κυνήγιόν τε πολυτε-
λὲς κ[αὶ παρ]άδοσον μετὰ πάσης σπουδῆς πα-
10 ρα[σχόμε]νον, ἔν τε ἀγορανομίᾳ καὶ στρα-
τη[γίᾳ καὶ] χρεοφυλακίᾳ ἁγνῶς καὶ φιλαγά-
[θως ἐν ἅπ]ασι πολειτευσάμενον, συντε-
[λέσαντα χρέα ὑπὲρ τ]ῆς πατρίδος φιλοδόξ-
[ως, πρεσβεύσαντα εἰς Ῥώ]μην, εὐεργετήσαν-
15 [τα πολλοὺς πολείτας, ἀνα]κτησάμενον καὶ κατῳκ[ο]-
δ̣[ομηκότα τὸ βουλευτήρ(?)]ιον, ἐπισκευάσαντα
[․]διαυ[․․․․․․ βαθ(?)]μοῖς τοῦ Διὸς Ὀλυμπίου η-
[․․․․․․․․] τε πάντα, #⁵⁶ τὴν τοῦ βίου εΙ[․․]
[․․] καὶ [․․․․․․]ΗΙ[․․ τ]ῇ πατρίδι παρεσχημένον· v
20 [καὶ ἐ]ν [τῷ ἄλσει κατεσκεύ]α̣σεν κρήνας αιʹ ἐκ τῶν ἰδίων
[․․․․]ησ[․․․․․․․․]· ἐτείμησαν καὶ Λαοδί-
[κ]ην Αἰ[․․․․․, γυναῖκ]α̣ δὲ τοῦ Μενελάου, ἱέρε[ι]-
[αν] νέω[ν ὁμοβωμίων(?), δ]ωδεκάβοιόν τε θυ-
[σίαν ἀεὶ κατ’ ἔτο]ς στήσασαν.
Search Help
Contact Us