[ ]
Phryg. — Dorylaion (Eskişehir), W. of: Inönü — AEMÖ 7.1883.175,21
1 | τὴν πάσαις δείξασαν ἐνὶ |
ζωῆσι γυναιξὶ / | |
σωφροσύνην κατέχει γαί- | |
ης τραφερῆς χυτὸν οὖδας, / | |
5 | τή[ν]δε Ἀλεξάνδραν γλυκε- |
ρὸν φάος ὦκα λιποῦσαν, / | |
ἣν δὴ Ζώσιμος υἱὸς ἄγαν | |
νέος ἐνκαταλειφθεὶς / | |
τείμησεν κὲ Ἑρμογένης πόσις ἐσθλὸς | |
10 | στήλλη, / ὄφρα κὲ αὐτὸν |
ὁμὸς τάφος ἀμφικαλύπτοι. / |