[ ] Phryg. — Dorylaion (Eskişehir), W. of: Boz Üyük — 2nd-3rd c. AD — CIG 4132 — GVI 786
1 πατρίδος οἰκο[νόμον, χερὶ κ(αὶ) βου]-
[λ]α̣ῖσι κραταιόν, /
[Γ]άιον Ἀνδρομένους ἐν[θά]-
δ’ ἔχω φθίμενον· /
5 ὧι τόδε σῆμα πόνησεν ἀ-
δελφεὸς ἠδὲ καὶ αὑτῷ /
ζώων Εὐφρόνιος κ(αὶ) Ἰουλίᾳ
ἀλόχῳ / παῖδές <τ>ε φθιμένου̣
περικλ̣ε̣ί̣τ̣ου Γ̣αίο[ι]ο / Εὐφρ[όσυν]-
10 ος Εὐκτήμων θ’ ἵνεκεν εὐσ̣ε̣[βίης]· /
Κυίντα <δὲ> τῶν γε̣νέτειρα φίλ[ου]
μεμνημένη ἀνδρός | δεικνύῳ
ἀλόχοις ἤθεα σωφροσύνης. /
Search Help
Contact Us