[ ]
Phryg. — Dorylaion (Eskişehir) — 1st-2nd c. AD — MDAI(A) 22.1897.480 — OGIS 2.479; IGR 4.522
| 1 | — — —βου υἱῶι Διὶ Πατρώ[ιωι — — —] |
| [σωτῆρι παν]τὸς ἀνθρώπων γένο[υς — — —] | |
| [․․․ καὶ θεοῖ]ς Σεβαστοῖς καὶ θεαῖς Σεβασταῖς [καὶ Ὁ]- | |
| [μονοίαι Σ]εβαστῆι καὶ θεᾶι Ῥώμηι καὶ θεῶι Συνκλήτωι | |
| 5 | [καὶ τῶι] δήμωι Ῥωμαίων Ἀσκληπιάδης Στρατονί- |
| [κου ․․]ένης σεβαστοφάντης διὰ βίου καὶ ἱερεὺς | |
| [τῶν πρ]ογεγραμμένων θεῶν καὶ ἐπιστάτης τοῦ | |
| δήμου καὶ τῆς πόλεως πρῶτος καὶ διὰ βίου καὶ γυμνα- | |
| σίαρχος ἐκ τῶν ἰδίων ἐλευθέρων καὶ δούλων ἀπὸ | |
| 10 | ἀρχομένης ἡμέρας ἕως νυκτὸς δρακτοῖς ἐκ λου- |
| [τήρ]ων καὶ ἱερεὺς τῆς τῶν γερόντων Ὁμονοίας καὶ | |
| [γρ]αμματεὺς αὐτῶν διὰ βίου, καὶ Ἀντιοχὶς Τεύθραν- | |
| [τ]ος σεβαστοφάντις διὰ βίου καὶ ἱέρηα τῶν προγε- | |
| [γρ]αμμένων θεῶν καὶ γυμνασίαρχος τῶν γυναι- | |
| 15 | [κ]ῶν ἐκ τῶν ἰδίων, ἡ γυνὴ αὐτοῦ, {²vac.}² καθιέρωσαν |
| ἐκ τῶν ἰδίων. |