IG II² 503
[ ] Att. — stoich. 34 — 302/1
See also:
[θ]εο[ί].
1 ἐπὶ Νικοκλέους ἄρχοντ[ος] ἐπὶ τῆς Ἀ[ντιοχί]-
δος ἑνδεκάτης πρυτανε[ί]ας, ἧι Νίκ[ων Θεοδώ]-
ρου Πλωθεεὺς ἐγραμμάτε[υ]εν· Θαρ[γηλιῶνος]
ὀγδόει ἐπὶ δέκα, ἐνάτει κ[α]ὶ δεκά[τει τῆς πρ]-
5 υτανείας· ἐκκλησία κυρία· [τ]ῶν πρ[οέδρων ἐπ]-
εψήφιζεν Σοφοκλῆς Πεδιέ[ω]ς Ἐρχ[ιεὺς καὶ σ]-
υνπρόεδροι· ἔδοξεν τῶι δή[μωι· Στρατοκλῆς]
Εὐθυδήμου Διομεεὺς εἶπε[ν· ἐπειδὴ ․․5․․ ἐ]-
ν παντὶ καιρῶι ἐνδείκνυτ[αι τὴν εὔνοιαν ἣ]-
10 ν ἔχων διατελεῖ περὶ τὸν δ[ῆμον καὶ ἐστιν χ]-
ρήσιμος καθότι ἂν αὐτῶι π[αραγγέλληται, κ]-
αὶ πρότερόν τε πολέμου γε[νομένου ἐν τῆι χ]-
ώραι παρεῖχεν αὑτὸν τοῖς [ἱππάρχοις χρήσ]-
ιμον καθ’ ὅτι αὐτῶι παραγ[γέλλοιτο εἰς τε τὴ]-
15 [ν] βοήθειαν τῆς χώρας καὶ τ․․․․․13․․․․․․
․․6․․․ εἶναι αὐτὸν ἐν τῶι ․․․․․13․․․․․․
[․․․․11․․․․․ τ]ῶν ἱππέων δ — — — — — — —
Search Help
Contact Us