[ ] Phryg. — Upper Tembris Valley: Kuyucak — 1st c. AD — Kaibel 384 — JRS 18.1928.35,251 — GVI 1082
a ἤλυθον ἐκ Κρήτης ——
Κίσαμος πόλις ἐ[σ]τὶ πατρίς μου —— /
οὔνομα Καλλιστώ, λέκτροις
ἐδόθην δὲ πρὸς οἴκους /
5 ἀνδρὸς Ἐπικτήτου, ᾧ καὶ
τέκνα δισσὰ λιποῦσα /
βουλομένων Μοιρῶν
ἤλυθον εἰς Ἀΐ#⁸⁰δην· /
σωφροσύνης δ’ ἀρετὴν
10 οἶδεν ἐμὸς γαμέτης, /
ὃς καὶ τύμβον ἐμοὶ
μνήμης χάριν εἵδρυσεν
❦ ἔνθα. / ❦
Search Help
Contact Us