[ ] Phryg. — Laodikeia on the Lykos (Eskihisar) — Korucuk — 1st c. BC — MDAI(A) 22 (1897) 358, 8 — JHS 17 (1897) 409, 11 cf. — GVI 1804; MAMA VI,List 142,39
1 οὐκ ἄλλου, παροδῖτα, τόδε μνημῆον [ἐσαθρεῖς],
ἀλλ’ οὗ τὰν ἀρετὰν οὐδ’ ὁ χρόνος μαρανε[ῖ]
Ἐπιγόνου, πρωτῆα παρὰ ζωοῖσι λιπόντος
σωφροσύνας μορφᾶς θ’ εἵνεκα θειοτάτα[ς]·
5 οὔτε γὰρ ὁ κτίνας Πριάμου παῖδ’ Ἕκτορ’ Ἀχιλλεύ[ς]
οὔθ’ ὁ τὰ λέκτρα φυγὼν τοῦ πατρὸς Ἱππόλυτος
τοιοίδ’ οὐκ ἐγένονθ̣’ οἷο[ς] γένετ’ Ἐπίγονος π[αῖς]
Ἀνδρέου εὐγενέτα πατ[ρ]ὸς ἴσου βασιλε[ῖ].
ἀλλ’ ὁ μὲν Ἐπίγονος μνᾶμα ζωιοῖς δια[μίμνει]·
10 οὐδ’ Ἀχιλλεὺς δ’ ἔφυ̣γ̣εν̣ μ̣οῖρ[αν] ἀ̣ὶ Θέτιδος
{²vac.?}² ΣΥ[․]Ο̣[— — — — — — — — — — — — — —]
Search Help
Contact Us