[ ]
Phryg. — Laodikeia on the Lykos (Eskihisar) — 2nd-3rd c. AD
A.1 | [{²vac.}² δγγϛϛʹ] κβʹ ∙ Ἄρεως Θουρ̣[ίου. {²vac.}²] |
[τέσσαρ]α καὶ̣ δύο τρεῖς, δύο̣ [δ’ ἑξεῖται· τάδε φράζει]· | |
[μὴ βαῖν’, ἣ]ν μέλλεις ἰέναι, ξένε, [τήνδε γὰρ οὐδείς]· | |
[αἴθων ἐσ]χ̣ώρησε λέων μέγας, [ὃν πεφύλαξο], | |
5 | [δεινός· ἄ]πρακτος χρησμός, ἐπ’ ἡ̣[συχίης ἀνάμεινον]. |
{²vac.}² αϛϛϛδʹ ∙ κγʹ ∙ [Ἀθηνᾶς. {²vac.}²] | |
[{²vac.}² εἷς χ]ε̣ῖος, τρεῖς δ’ ἑξεῖτ[αι καὶ τέσσαρα ὁ πέμπτος]· | |
[Παλ]λ̣άδ’ Ἀθηναίην τε[ίμα καὶ πάντα σοι ἔσται], | |
[ὅσσα] θέλεις, καί σοι τὰ̣ [δεδογμένα πάντα τελεῖται]· | |
10 | [λύσει] δ’ ἐ<γ> δεσμῶν, κα[ὶ τὸν νοσέοντα δὲ σώσει]. |
{²vac.}² ϛϛ̣δ̣[δγʹ ∙ κγʹ ∙ Εὐφροσύνης. {²vac.}²] | |
[εἰ δὲ δ]ύ̣’ ἑξ[εῖται, δύο τέσσαρα, τρεῖος ὁ πέμπτος], | |
[στέλλε, ὅπου σοι θυμός, πάλι γὰρ δόμον ἥξεις] | |
[εὑρὼν καὶ πράξας κατὰ νοῦν πάντων τε κρατήσεις]· | |
15 | [εὐφροσύνην ὠνεῖσθαι πωλεῖν τε καὶ οὕτως]. |
B.1 | {²vac.}² δϛϛ[ϛγʹ κεʹ Μητρὸς Θεῶν]. |
{²vac.}² τέσσ[αρα πείπτων εἷς, τρεῖς δ’ ἑξεῖται καὶ τρεῖος ὁ πέμπτος]· | |
v θάρσει· κα̣[ιρὸν ἔχεις· πράξεις, ἃ θέλεις, καιροῦ τ’ ἐπιτεύξῃ]· | |
εἰς ὁδὸν [ὁρμηθῆναι· ἔχει καιρόν τιν’ ὁ μόχθος]· | |
5 | ἔργον τ’ [ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκην τε]. |
ϛϛϛ<ϛ>α̣ʹ [κεʹ Μηνὸς Φωσφόρου]. | |
τέσσα̣[ρες ἑξεῖται, πέμπτος χεῖος· τάδε φράζει]· | |
ὡς ἄρ[νας κατέχουσι λύκοι κρατεροί τε λέοντες] | |
βοῦς ἕ̣[λικας, πάντων τούτων καὶ σὺ κρατήσεις] | |
10 | καὶ πά[ντ’ ἔσται σοι, ὅσ’ ἐπερωτᾷς, σὺν Διὸς Ἑρμῇ]. |
{²vac.}² ϛϛ[ϛδʹ κϛʹ Διὸς Καταχθονίου. τρεῖς δ’ ὅταν ἑξεῖται, δύο τέσσαρα, χρησ]- | |
μὸς ὅδ̣’ [αὐδᾶ· ἡ πρᾶξις κωλύματ’ ἔχει μὴ σπεῦδε, ἀλλ’ ἀνάμεινον]· | |
λυπηρά τ̣[ις ὁδὸς καὶ ἀμήχανος οὐδὲ προσικτή]· | |
ὠνεῖσθ[αι χαλεπὸν καὶ πωλεῖν τι βλάβος ἔσται]. | |
15 | vv ϛϛ<ϛϛ>[γʹ κζʹ Ἀφροδείτης. τέσσαρα δ’ ἑξεῖται, μοῦνος τρία· σοὶ τάδε φράζει]· |
οὐρανό̣[παις Ἀφροδείτη, Ἐρώτων πότνι’ ἄνασσα], | |
πέμψει μ̣[αντείαν ἀγαθήν, δώσει δὲ ὁδόν σοι] | |
ἐκφεύξῃ̣ [τε νόσου καὶ φροντίδος αἰνεσιθύμου]. | |
vv ϛϛϛϛ[δʹ κηʹ Βλάβης. τέσσαρες ἑξεῖται καὶ τετρῶος· τάδε φράζει]· | |
20 | οὐκ ἔστι[ν πρᾶξαί τι· μάτην μὴ δὴ κενὰ μόχθει], |
μή σοι σπ̣[εύδοντι βλάβος τι γένηται]· | |
οὔτε γὰ[ρ εἰς ὁδὸν ὁρμᾶσθαι καλὸν οὔτ’ ἀγοράζειν]. | |
v ϛϛϛϛ[ϛʹ λʹ Ἑρμοῦ Τετραγώνου. εἰ δέ κεν ἑξεῖται πάντες πείπτωσιν ὁμοῖοι], | |
μὴ βα[ῖν’, ἣν μέλλεις· μείναντί σοι ἔσται ἄμεινον]· | |
25 | ἐκχθρ[ὸν γάρ σοι ὁρῶ· μεῖνον· μετὰ ταῦτα δὲ ἔσται] |
τόν τ[ε φόβον λύσει καὶ τὸν κάμνοντα δὲ σώσει]. |