[ ] Ion. — Priene (Turunçlar) — ca. 200-189 BC — I.Priene 59 — McC. Priene 16
See also:
1 {²vac.}² [τὸ παρ]ὰ̣ Λ̣α̣οδικέων. {²vac.}²
1a {²Reste von vier Kränzen}²
2 Κύδωρος Διονυσίου εἶπεν· ἐπειδὴ ἐκ πλ[ε]ί̣ονος [χρόν]ου δικῶν οὐ̣-
σ̣ῶν ἀδικάστων παρ’ ἡμῖν ὁ δῆμος ἔπε[μ]ψε πρεσβείαν πρὸς
Ζεῦξιν περὶ ξενικοῦ δικαστηρίου, Ζεῦξις [δ]ὲ ὑπολαμβ[ά]-
5 [ν]ων μάλιστα προστήσεσθαι τῶγ κατὰ τὰς δίκας [δε]ό̣ντας τοὺς πα[ρὰ]
Πριηνέων ἀποσταλησομένους δικαστάς, ἔγρ̣[αψ]εν αὐτῶν τῆι βο[υ]-
[λ]ῆι καὶ τῶι δήμωι, ὅπως προχ̣ειρ̣ίσ[ων]ται δικαστὰς τρεῖς ὡς ἐπιει-
κ̣εστάτους καὶ πέμψωσι πρὸς ἡμᾶς· ἀποστείλαντός τε καὶ τοῦ δ[ή]-
μου πρὸς αὐτοὺς πρεσβείαν, Πριηνεῖς ὄντες ἡμῶν φίλοι ἔπεμ̣-
10 ψαν δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγ[ό]-
ρου, οἳ παραγενόμενοι εἰς τὴμ πόλιν ἐδίκασαν τὰς δίκας δικαί[ως]
κατὰ τοὺς ὑπάρχοντας ἡμῖν νόμους· ἐπεὶ δὲ καλῶς ἔχον ἐσ[τὶ]
τιμᾶσθαι τοὺς εὔνους ἄνδρας, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδ[ό]-
[χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι, Ζ̣εῦ[ξιν μὲν ἐπῃ]νῆσθαι ἐπὶ τῶι γρά̣ψα[ι]
15 [Π]ριηνεῦσιν, Πριηνεῖς δὲ ἐπ̣ὶ τῶ̣ι πέμψαι ἄν[δρας κα]λοὺς καὶ ἀγαθούς, τοὺ[ς]
δὲ δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγόρου
ἐπῃνῆσθαί τε καὶ καλεῖσθαι ὑπὸ τοῦ δήμου εἰς τὸ θέατ[ρ]ον καὶ στεφ[α]-
νοῦσθαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι καθ’ ἕκαστον ἔτος δι[ὰ]
[β]ίου ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι τῶι συντελουμένωι ἐν τοῖς Ἀντ<ι>οχ[εί]-
20 οις, ἐπῃνῆσθαι δὲ καὶ τὸν συναποσταλέντα αὐτοῖς γραμματέα Ἡγ[έ]-
πολιν Ἡγίου καὶ στεφανωθῆναι ἐν τοῖς Ἀντιοχείοις ἐλαίας στεφά-
νωι· περὶ δὲ τοῦ καλεῖσθαι εἰς τὴν προεδρίαν τοὺς δικαστὰς <καὶ> τῆς
ἀναγγελίας τῶν στεφάνων ἐπιμέλειαν ποιήσασθαι τόν τε
ἀγωνοθέτην καὶ τοὺς πρυτάνεις τοὺς ἑκάστοτε γινομένους·
25 ὑπάρχειν δὲ τοῖς δικασταῖς καὶ ἐμ πρυτανείωι σίτησιν καὶ ἔφοδον
ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ἵνα δὲ καὶ ὁ δῆμο[ς]
ὁ Πριηνέων εἰδήσηι τὰ ἐψηφισμένα, ἑλέσθαι πρεσβευτήν, ὃς ἀφ[ι]-
κό̣μενος εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσει καὶ τὴν τοῦ δήμο[υ]
εὔνοιαν ἐμφανίσει, ἣν ἔχει πρὸς Πριηνεῖς, παρακαλέσει τ[ε]
30 αὐτοὺς ποιήσασθαι τὴν ἀν{αν}αγγελίαν {²⁶ἀναγγελίαν}²⁶ τῶν ἐψηφισμέ-
νων στεφάνων τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ
ἐν τῶι ἀγῶνι τῶν Διονυσίων, ὅταν [σ]υν<τελῶσι> τὰς πρώτας vv
σπονδάς. καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα εἰστήλην καὶ σταθῆι
ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σω-
35 τηρίαι τῆς πόλεως· τοὺς δὲ ἐξεταστὰς [ἀν]αγράψαντας
αὐτὸ εἰς λεύκωμα θεῖναι ἐν τῶι Ἀρ[τέμιδο]ς θησαυρῶ̣[ι].
πρεσβευτὴς Κύδωρος Διονυσίου.
Search Help
Contact Us