[ ]
Ion. — Priene (Turunçlar) — ca. 200-189 BC — I.Priene 59 — McC. Priene 16
See also:
1 | {²vac.}² [τὸ παρ]ὰ̣ Λ̣α̣οδικέων. {²vac.}² |
1a | {²Reste von vier Kränzen}² |
2 | Κύδωρος Διονυσίου εἶπεν· ἐπειδὴ ἐκ πλ[ε]ί̣ονος [χρόν]ου δικῶν οὐ̣- |
σ̣ῶν ἀδικάστων παρ’ ἡμῖν ὁ δῆμος ἔπε[μ]ψε πρεσβείαν πρὸς | |
Ζεῦξιν περὶ ξενικοῦ δικαστηρίου, Ζεῦξις [δ]ὲ ὑπολαμβ[ά]- | |
5 | [ν]ων μάλιστα προστήσεσθαι τῶγ κατὰ τὰς δίκας [δε]ό̣ντας τοὺς πα[ρὰ] |
Πριηνέων ἀποσταλησομένους δικαστάς, ἔγρ̣[αψ]εν αὐτῶν τῆι βο[υ]- | |
[λ]ῆι καὶ τῶι δήμωι, ὅπως προχ̣ειρ̣ίσ[ων]ται δικαστὰς τρεῖς ὡς ἐπιει- | |
κ̣εστάτους καὶ πέμψωσι πρὸς ἡμᾶς· ἀποστείλαντός τε καὶ τοῦ δ[ή]- | |
μου πρὸς αὐτοὺς πρεσβείαν, Πριηνεῖς ὄντες ἡμῶν φίλοι ἔπεμ̣- | |
10 | ψαν δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγ[ό]- |
ρου, οἳ παραγενόμενοι εἰς τὴμ πόλιν ἐδίκασαν τὰς δίκας δικαί[ως] | |
κατὰ τοὺς ὑπάρχοντας ἡμῖν νόμους· ἐπεὶ δὲ καλῶς ἔχον ἐσ[τὶ] | |
τιμᾶσθαι τοὺς εὔνους ἄνδρας, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδ[ό]- | |
[χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι, Ζ̣εῦ[ξιν μὲν ἐπῃ]νῆσθαι ἐπὶ τῶι γρά̣ψα[ι] | |
15 | [Π]ριηνεῦσιν, Πριηνεῖς δὲ ἐπ̣ὶ τῶ̣ι πέμψαι ἄν[δρας κα]λοὺς καὶ ἀγαθούς, τοὺ[ς] |
δὲ δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγόρου | |
ἐπῃνῆσθαί τε καὶ καλεῖσθαι ὑπὸ τοῦ δήμου εἰς τὸ θέατ[ρ]ον καὶ στεφ[α]- | |
νοῦσθαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι καθ’ ἕκαστον ἔτος δι[ὰ] | |
[β]ίου ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι τῶι συντελουμένωι ἐν τοῖς Ἀντ<ι>οχ[εί]- | |
20 | οις, ἐπῃνῆσθαι δὲ καὶ τὸν συναποσταλέντα αὐτοῖς γραμματέα Ἡγ[έ]- |
πολιν Ἡγίου καὶ στεφανωθῆναι ἐν τοῖς Ἀντιοχείοις ἐλαίας στεφά- | |
νωι· περὶ δὲ τοῦ καλεῖσθαι εἰς τὴν προεδρίαν τοὺς δικαστὰς <καὶ> τῆς | |
ἀναγγελίας τῶν στεφάνων ἐπιμέλειαν ποιήσασθαι τόν τε | |
ἀγωνοθέτην καὶ τοὺς πρυτάνεις τοὺς ἑκάστοτε γινομένους· | |
25 | ὑπάρχειν δὲ τοῖς δικασταῖς καὶ ἐμ πρυτανείωι σίτησιν καὶ ἔφοδον |
ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ἵνα δὲ καὶ ὁ δῆμο[ς] | |
ὁ Πριηνέων εἰδήσηι τὰ ἐψηφισμένα, ἑλέσθαι πρεσβευτήν, ὃς ἀφ[ι]- | |
κό̣μενος εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσει καὶ τὴν τοῦ δήμο[υ] | |
εὔνοιαν ἐμφανίσει, ἣν ἔχει πρὸς Πριηνεῖς, παρακαλέσει τ[ε] | |
30 | αὐτοὺς ποιήσασθαι τὴν ἀν{αν}αγγελίαν {²⁶ἀναγγελίαν}²⁶ τῶν ἐψηφισμέ- |
νων στεφάνων τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ | |
ἐν τῶι ἀγῶνι τῶν Διονυσίων, ὅταν [σ]υν<τελῶσι> τὰς πρώτας vv | |
σπονδάς. καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα εἰστήλην καὶ σταθῆι | |
ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σω- | |
35 | τηρίαι τῆς πόλεως· τοὺς δὲ ἐξεταστὰς [ἀν]αγράψαντας |
αὐτὸ εἰς λεύκωμα θεῖναι ἐν τῶι Ἀρ[τέμιδο]ς θησαυρῶ̣[ι]. | |
πρεσβευτὴς Κύδωρος Διονυσίου. |