[ ]
Phryg. — Laodikeia on the Lykos (Eskihisar) — Gümüşçay, nr. — 267 BC — Chiron 5 (1975) 59-87 — SEG 47.1739
| 1 | βασιλευόντων Ἀντιόχου καὶ [Σ]- |
| ελεύκου πέμτου {²⁶πέμπτου}²⁶ καὶ τεσαρακο- | |
| στοῦ {²⁶τεσσαρακοστοῦ}²⁶ ἔτους, μηνὸς Πε̣ριτίου, ἐ- | |
| π’ Ἐλένου ἐπιμελητοῦ ‵τοῦ′ τό[πο]υ· ἐκκλησί- | |
| 5 | ας γενομένης ἔδοξε Νεοτειχείταις |
| καὶ Κι‵δ′διοκωμίταις· ἐπειδὴ Βανά- | |
| βηλος ὁ τὰ Ἀχαιοῦ οἰκονομῶν καὶ Λα- | |
| χάρης Πάπου ἐγλογιστὴς {²⁶ἐκλογιστὴς}²⁶ τῶν | |
| Ἀχαιοῦ εὐεργέται αὐτῶν γεγένηντ- | |
| 10 | αι κατὰ πάντα κ̣αὶ κοινῆι καὶ ἰδίαι ἑκάσ- |
| του ἀντειλημμένοι εἰσὶν κατὰ τ[ὸ]- | |
| μ πόλεμον τὸν Γαλατικὸν καὶ πολ- | |
| λῶν αὐτῶν γενομένων αἰ̣χ[μ]α- | |
| λώτων ὑπὸ τῶν Γαλατῶν ἐμφα- | |
| 15 | νίσαντες Ἀχαιῶ̣[ι] ἐ̣[λυτ]ρ̣ώ̣[σα]ν̣το, |
| ἐπαινέσαι τε αὐτοὺς καὶ ἀ‵[ν]α′γράψαι | |
| τὴν εὐεργεσίαν αὐτῶν εἰς στή- | |
| λην λιθίνην καὶ στῆσαι ἐν τῶι | |
| τοῦ Διὸς ἱ‵ε′ρῶι ἐμ Βάβα κώμηι καὶ | |
| 20 | ἐν τῶι τοῦ Ἀπόλωνος {²⁶Ἀπόλλωνος}²⁶ ἐν Κιδδίου |
| ‵κώμηι′, δεδόσθαι δὲ αὐτοῖς καὶ ἐγγόνοις {²⁶ἐκγόνοις}²⁶ | |
| εἰς πάντα τὸν χρόνον προεδρίαν | |
| ἐν ταῖς δημοτελέσιν ἑορταῖς, | |
| θύειν δὲ καὶ Ἀχαιῶι κυ̣ρ̣ίωι τοῦ το- | |
| 25 | που καὶ σωτῆρι κατ’ ἐνιαυτὸν |
| ἐμ μὲν τῶι τοῦ Διὸς ἱερῶι βοῦν, | |
| Λαχάρηι καὶ Βαν̣αβήλωι εὐεργέται[ς] | |
| κριοὺς δύο ἐν τῶι τ[οῦ Ἀ]πόλλωνος | |
| ἱερῶι τῶι ἐγ Κιδδίου κώμηι, ἱερεῖα τρία· | |
| 30 | ὅπως ε̣ἰδ[ῶ]σι καὶ οἱ ἄλλοι, ὅτι Νεοτ[ει]- |
| χεῖται καὶ Κι[δ]διοκωμῖται, ὑφ’ ὧ[ν] | |
| ἄν τι πάθωσι ἀγαθ[ό]ν, ἐπίσταν̣- | |
| ται τιμὰς ἀντιδιδόναι. |