[ ]
Phryg. — Hierapolis (Pamukkale)
1 | ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Μ(άρκου) Αὐρ(ηλίου) Ζωσίμου Κυνίσκου· |
ἐν ᾗ κεκήδευται αὐτὸς ὁ Ζώσιμος, κηδευθήσεται δὲ κ(αὶ) ἡ γυνὴ | |
αὐτοῦ Α<ὐ>ρ(ηλία) Μελ<ιτ>ίνη {⁴ΜΕΛΠΙΝΗ}⁴ κα[ὶ] τὰ τέκνα αὐτῶν Αὐρ(ήλιος) Μένανδρος καὶ | |
Μερτινιανὸς {²⁷Με<λι>τινιανός?}²⁷ καὶ Ζώσιμος καὶ Τα<τι>ανός {⁴ΤΑΠΑΝΟΣ}⁴, ἑτέρῳ δὲ οὐδενὶ | |
5 | ἐξέσται κηδευθῆναι ἢ κηδεῦσε· εἰ δὲ μὴ καί τις παρ’ αὐτὸ |
π[οι]ήσει, ἀποδώσει τῷ ἱερῷ ταμείῳ (δην.) φʹ καὶ τῷ ἐγδικήσαντι | |
ἄλλο τοσοῦτο χρῆμα. ταύτης τῆς ἐπιγραφῆς τὸ ἀντίγραφον | |
ἀπετέθη εἰς τὰ ἀρχεῖα. |