[ ] Phryg. — Hierapolis (Pamukkale) — CIG 3915
a.1 Π(οπλίου) Αἰλ(ίου) Ἀπολλιναρί-
ου Μακεδόνος καὶ Νε-
ρα<τί>ας Ἀπολλωνίδος.
b.1 Π(όπλιος) Αἴλιος, Π(οπλίου) Αἰλίου Ἀπολλιναρίου Ἰουλιανοῦ υἱὸς, Σεργία Ἀπολλινάρι<ο>ς Μακεδὼν
τὸν περίβολον τοῦ ἡρῴου καὶ τὸν βωμὸν κατεσκεύασεν· ἐν ᾧ κηδευθήσονται οἷς ἂν αὐτὸς συνχωρήσῃ, ἕτερος δὲ οὐδείς.
ὁμοίως ἐπέθηκε τῷ βωμῷ σορὸν Θιουντηνήν, ἐν ᾗ κηδευθήσεται αὐτὸς καὶ εἴ τινι ἑτέρῳ αὐτὸς συνχωρήσῃ δι’ ἐνγράφου, ἑτέ-
ρῳ δὲ οὐδενὶ ἐξέσται κηδευθῆναι· εἰ δὲ μή, ὁ κηδεύσας ἀποτείσει πρόστειμ[ον] τῷ φίσκῳ (δην.) δισχείλια πεντακόσια καὶ τῇ Ἱερα-
5 πολειτῶν βουλῇ ἄλλο τοσοῦτον καὶ τῷ ἐκδικήσαντι (δην.) δισχείλια πεντακόσια, ἐξουσίαν ἔχοντος παντὸς τοῦ βουλομένου
ἐκδικεῖν. ὁμοίως οὐδενὶ ἐξέσται ἐπιθεῖναι ἐπὶ τὸν βωμὸν ἑτέραν σορόν, ἐκτὸς εἰ μὴ ζῶντος {τος τος} τοῦ Ἀπολλιναρίου
κατὰ συνχώρησιν τοῦ ἐπιθεῖναι ἐξουσίαν λάβῃ· μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ τὸ σύνολον οὐδενὶ ἐξέσται ἐπιθεῖναι ἑτέραν σορὸν ἐπὶ
τὸν βωμόν. ο[ὐ]κ ἐξέσται δὲ οὐδενὶ ἔμπροσθεν τοῦ βωμοῦ κατασκευάσειν τι ὃ ἐπισκοτήσει τῷ βωμῷ ἢ τῇ ἐπικειμένῃ κατὰ αὐτοῦ σο[ρῷ]
[εἰ δ]ὲ μή, καὶ ὑπὲρ τούτου ἀποτίσει τῇ γερουσίᾳ πρόστε[ιμον] (δην.) πεντακισχείλια. ὃ[ς] δὲ ὑπεναντίον τι ποιήσει τοῖς προγεγραμμένοις, ἔστω μὲν
10 ὑπεύθυνος τοῖς προστ[είμ]οις· καὶ μήτε τέκνων [μ]ήτ[ε] β[ίου] ὄνησις εἴη, [μήτ]ε γῆ βατὴ μήτ[ε] ἡ θάλασσα πλωτή, ἀλλὰ ἄτεκνος καὶ ἄβιος καὶ πηρὸς {ο}
[παθή]ματι παντὶ ἀποθάνοι καὶ μετὰ θάνατον [ἔχοι] τοὺς ὑποχθονίους θεοὺς τιμωροὺς καὶ κεχολωμένους ὅ τε κελεύσας κατασκευ-
[σαι ἢ ποιῆσ]αι καὶ ὁ ἐργασάμενος· αἱ δὲ αὐτ[αὶ ἀραὶ] αὖ[θις] καὶ τοῖς μὴ ἐκδικήσασιν περὶ τούτων. τούτου ἀντίγραφον ἀπετέθη
εἰς ἀρχεῖον.
Search Help
Contact Us