[ ] Phryg. — Hierapolis (Pamukkale) — CIG 3916
1 ἡ σορὸς κα<ὶ> ὁ βωμὸς καὶ ὁ περίβο<λ>ο[ς π]ᾶς ἔστιν Ἀπολλωνίου βʹ τοῦ
Μενάνδρου τοῦ Ἀπολλωνίου ΣΕΚΟΥΝΔΑΡΟΥΔΟΥ ἐν ᾗ κεκή-
δευται ἡ γυνὴ αὐτοῦ Ζηνοδό[τη — — —]
κηδευθήσεται δὲ καὶ αὐτὸς κ(αὶ) ὁ υἱὸς αὐτοῦ ΑΤΟΝ-
5 ΙΘΝΓΟΣΡ Ἀ<π>ολ<λ>ωνίου <β>ʹ τοῦ [Με]-
νάνδρου, ἕ{ι}τ<ερον> {²⁶ἕτερον}²⁶ οὐκ [ἐξ]ὸν <κ>ηδεῦσα<ι>, [ἢ ὁ κ]ηδεύσα-
ς ἀποτείσει τῇ Ἱεραπολειτῶ[ν]
πόλει (δην.) ͵βψʹ {β}. οὐδ(ὲ) μετακ̣ει<ν>ήσει τις ταύτην
τὴν σορὸν, οὐδὲ πωλήσε<ι> ΠΕ[— — —]
10 οὐδὲ ὑποθήσεται, οὐ[δ]ὲ κοινωνείσει πρός τινα, οὐ-
δὲ συνμερίσεται τ<ὸν> {⁴ΤΩ}⁴ περίβολον, οὐδὲ ἀπ-
αλλοτριώσει οὔτε μέρος ἐξ αὐτῶν οὔτε
πᾶν, οὔτε ἑτέ<ρα>ν {⁴ΕΤΕΩΝ}⁴ σορὸν ἐπὶ τὸν βωμὸν ἐ-
[πι]θήσει. ἐπεὶ ὁ παρὰ ταῦτα ποιήσας ἔσται
15 ὑπεύθ̣υν[ος] τῇ Ἱεραπολειτῶν πόλει (δην.) ͵ε. με-
νοῦσι δὲ αἱ <ε>ἴσοδοι καὶ ἔξοδοι καὶ προσ-
έλευσις τοῦ περιβόλο[υ ἀ]κώλυτοι [οἷς]
προσήκουσιν διὰ παντός, κἂν ἀπα<λλ>ετρι<ω>θῇ {⁴ΑΠΑΜΕΤΡΙΟΘΗ}⁴
ποτε τὸ προσκυροῦν {χ} χωρίον· [καὶ πρόν]οια-
20 ν ποιήσονται τοῦ ἡρῴου καὶ τῆς σοροῦ
πρὸς τὸ κατάφω{ο}ρα {²⁶κατάφωρα}²⁶ αὐτὰ διὰ παντὸς α[ἰῶνος(?) ἐ]-
ἶναι <οἱ> κατ’ ἔτος γεινόμενοι γυμνασίαρ[χοι]
τοῦ συνεδρίου τῆς γερουσίας καὶ τοῦ δί-
δοσθαι ἐξ[ν] καταλέλοιπα τοῖς [γ]εραιοῖς
25 τὸ στε<φ>ανωτικὸν κατ’ ἔτος, καθὼς
[δι]ε<θ>όμην(?). ταύτης ἐπιγραφῆς ἁπλοῦν
ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us