[ ]
Phryg. — Hierapolis (Pamukkale) — CIG 3922
a.1 | [τὸ] μνημεῖον σὺν τῇ καμάρᾳ καὶ ὁ βωμὸς, ἐφ’ οὗ ἐπίκινται σοροὶ δύο Δοκιμηναὶ κατάγλυφοι Τι(βερίου) Κ<λ>(αυδίου)}²⁶ Θαλάμου Ζηνοτρεφίδου, ἐν ᾗ μιᾷ σο- |
ρῷ κεκήδευται Κλ(αύδιος) [Ζη]νοδοτηανὸς καὶ Κλ(αυδία) Ἀθηναὶς, τέκνα Κλ(αυδίου) Θαλάμου, καὶ ἐν τῇ ἑταίρᾳ σορῷ κηδευθήσαιται {²⁶κηδευθήσεται}²⁶ αὐτὸς ὁ Θάλαμος καὶ Διογένης ὁ ὑὸς | |
αὐτοῦ, ἕτερος δὲ οὐδείς. οὔτε εἰς τὴν τῶν τέκνω(ν) αὐτοῦ σορὸν ἐπενβληθήσαιτ[αί] {²⁶ἐπενβληθήσεταί}²⁶ τις οὔτε εἰς τὴν αὐτοῦ Θαλάμου. ἐὰν δέ τις τολμήσει παρὰ ταῦτά τι ποιῆσαι, εἰσοί- | |
fr.b.4 | σει τῷ ἱερωτάτῳ φίσκῳ (δην.) ͵ε πεντακισχείλεια. τούτου ἀντίγρ<α>φον ἀπετέθη εἰς |
5 | τὰ ἐν Ἱεραπόλι ἀρχεῖα. προνοήσουσιν δὲ τοῦ μνημίου οἱ ἀπελεύθεροί μου οἱ ἐν τῇ διαθήκῃ φερόμενοι. |