[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ἡ καμάρα καὶ ὁ βάθρος ὁ ὑπὸ αὐτὴν Λύ[κ]ωνος δὶς Ἀττά-
λου τοῦ Μυαδάγρου, ἐν ᾗ κεκήδευται αὐτός, κηδευθήσεται δὲ καὶ
ἡ γυνὴ αὐτοῦ Γλυκωνίς. ἔχ[ε]ιν δὲ [ἐ]ξ̣ου<σ>ίαν τῆς σοροῦ Ἀλέσαν-
δρον {²⁶Ἀλέξανδρον}²⁶ καὶ Γλύκωναν καὶ Ἀν̣φιανὸν τὰ τέκνα αὐτοῦ. τού<του> ἀπετέ-
5 θη τὸ ἀντίγραφον ἰς τὰ ἀρχῖα.
Search Help
Contact Us