[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς Αἰλ(ίας) Ἀθηναίδος, ἐν ᾗ κηδευθήσεται ὁ ἀνὴρ
αὐτῆς <Ἐ>παφροδίσιος, κηδευθήσεται δὲ καὶ
αὐτὴ καὶ ἡ θρεπτὴ αὐτῶν Ματιδία· οὐδενὶ δὲ
ἄλλῳ ἐξέσται κηδευθῆναι· εἰ δὲ μή, ὁ κηδεύ-
5 σας τινὰ ἀποτίσει τῇ πόλι (δην.) ͵α.
Search Help
Contact Us