[ ]
Phryg. — Hierapolis (Pamukkale)
a.1 | ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος σὺν τῷ ὑποκιμένῳ βαθρικῷ |
Μάρ(κου) Αὐ(ρηλίου) Διοδώρου Κορήσκου ἐπίκλην Ἀσβόλου, ἐν ᾗ κηδευθήσεται | |
αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ κὲ τὰ τέκνα αὐτοῦ· περιών τε κηδεύσω | |
ὃν ἂν βουληθῶ· ἑτέρῳ δὲ οὐδενὶ ἔξεστει κηδευθῆναι· εἰ δὲ μή, ἀποτείσι | |
5 | προστείμου τῷ ἱερωτάτῳ ταμείῳ (δην.) φʹ καὶ τῇ σεμνοτάτῃ γερουσίᾳ (δην.) φʹ. |
ὅσον ἂν πορίσῃς βίον, ὦ φίλε παροδεῖτα, εἰδὼς ὅτι τὸ τέλος ὑμῶ[ν] | |
τοῦ βίου ταῦτα. | |
b.1 | κατέλειψα δὲ καὶ τῷ συνεδρίῳ |
τῆς προεδρίας τῶν πορφυρα- | |
βάφων (δην.) ͵γ ἰς ἀποκαυσμὸν | |
τῶν παπων τῇ ἐθίμῳ ἡμέρᾳ | |
5 | ἐκ τοῦ τόκου αὐτῶν· εἰ δέ τις ἀμελήσει |
αὐτῶν τὸ μὴ ἀποκαῦσαι, γενέσθαι τὸ | |
καταλελειμένον τῆς ἐργασίας τῆς θρεμ- | |
ματικῆς. κηδευθήσεται δὲ καὶ ἡ γυνή. |