[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Αὐρηλίας Μαρκίας Ἀττάλου,
ἐν ᾗ κηδευθήσεται Αὐρήλι<ο>ς Καρποφόρος Παστιλλᾶς
καὶ Αὐρηλία Μαρκία ἡ γυνὴ αὐτοῦ τοῦ Καρποφόρου,
καθὼς προγέγραπται, καὶ τὰ παιδία τῆς Μαρκίας· ἐὰν δὲ ἕτερός τις
5 κηδευθῇ, δώσει τῷ ἱερωτάτῳ ταμείῳ (δην.) φʹ.
Search Help
Contact Us