[ ]
Phryg. — Hierapolis (Pamukkale) — CIG 3919
1 | ὁ βωμὸς καὶ ἡ ἐπικ<ε>ιμένη σορὸς Δοκιμηνὴ Διοδότου |
Ἀλεξάνδρου τοῦ Ἀπελλίδου· ἐν ᾧ βωμῷ κηδευθή- | |
σεται αὐτῶν τὰ τεθραμμένα, ἑτέρῳ δὲ οὐδενὶ ἐξέσ- | |
ται κηδευθῆναι ἢ τοῖς προδηλουμένοις ἐάν τις ἕτε- | |
5 | ρόν τινα κηδεύσῃ. ἀποτείσει τῷ κυριακῷ [φίσκῳ (δην.) —ʹ]. |
ἔδωκα δὲ τῇ σεμνοτάτῃ γερουσίᾳ στεφανωτικοῦ ὀνόμα[τι] | |
(δην.) τʹ π(υξίῳ), ἐν ᾧ ἂν καταληφθῶ, πρὸς τὸ δίδοσθαι ἀπ’ αὐτοῦ | |
τὸν ἐτήσιον τόκον τοῖς παραγεναμένοις καὶ στεφανοῦσ[ι] | |
τὴν σορόν. μετὰ δὲ τὴν τελευτὴν αὐτῶν κορακωθήσεται. τού- | |
10 | του ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα. |