[ ]
Phryg. — Hierapolis (Pamukkale)
1 | [ἦ] τὸ πρὶν ἐν στα[δίῳ κε]λαδ̣ούμενος, ἔλαβα λήθην |
κτείνας ἀντίπαλον μεστὸν πικρίας ἀλογίστ[ου]. οὔ- | |
νομά μοι Στέφανος, δέκατον στεφθεὶ[ς] ἐν ἀγῶνι | |
θνήσκω καὶ τρέφομαι μακροῖς αἰῶσι πεδηθεὶς | |
5 | γαίης ἐν κόλποισι· τὸ γὰρ σθένος οὔποτ’ ἔλειπ[ε] πρὶν |
κτεῖναι παλάμαις, ἐ̣τεὸν ψυχῆς ἐπίκουρον. | |
Πολυχρονὶς τὴν ἐπιγραφὴν μνείας χάριν. |