[ ] Phryg. — Hierapolis (Pamukkale)
1 [ἦ] τὸ πρὶν ἐν στα[δίῳ κε]λαδ̣ούμενος, ἔλαβα λήθην
κτείνας ἀντίπαλον μεστὸν πικρίας ἀλογίστ[ου]. οὔ-
νομά μοι Στέφανος, δέκατον στεφθεὶ[ς] ἐν ἀγῶνι
θνήσκω καὶ τρέφομαι μακροῖς αἰῶσι πεδηθεὶς
5 γαίης ἐν κόλποισι· τὸ γὰρ σθένος οὔποτ’ ἔλειπ[ε] πρὶν
κτεῖναι παλάμαις, ἐ̣τεὸν ψυχῆς ἐπίκουρον.
Πολυχρονὶς τὴν ἐπιγραφὴν μνείας χάριν.
Search Help
Contact Us