[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ π[ερὶ] αὐτὴν τόπος Ἀλε̣σάνδρου {²⁶Ἀλεξάνδρου}²⁶ τοῦ Ἴωνος καὶ τῆς γυναικὸς αὐτο[ῦ]
Κορνουφικίας, ἐν ᾗ κηδευθήσεται αὐτὸς ὁ Ἀλέσανδρος {²⁶Ἀλέξανδρος}²⁶ καὶ ἡ γυνὴ αὐτοῦ Κορνουφικία
καὶ τὰ τέκνα αὐτῶν· ἄλλ<ῳ δὲ> οὐδενὶ ἐξέσται κηδευθῆναι ἐν αὐτῇ· εἰ δὲ μή, ὁ κηδεύσα[ς]
ἀποτείσει τῷ ἱεροτάτῳ ταμείῳ (δην.) ͵βφʹ καὶ τῇ σεμνοτάτῃ γερουσίᾳ (δην.) ͵α καὶ τῷ μηνύ-
5 σαντι (δην.) ρʹ. ταύτης τῆς ἐπιγραφῆς ἀντίγρα[φον ἀπετέ]θη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us