[ ]
Phryg. — Hierapolis (Pamukkale)
1 | ἡ σορὸς καὶ ὁ τόπος, καθ’ οὗ ἐπίκειται, Π(οπλίου) Αἰ(λίου) Εὔπλοος, ἐν ᾗ ἐκηδεύθη ἡ γυνὴ αὐτοῦ |
Παυλεῖνα καὶ τὸ τέκνον αὐτοῦ Πολλιανός· ἰς ἣν οὐδενὶ ἑτέρῳ ἐξέσται κηδευθῆ- | |
ναι ἢ Εὔπλοει καὶ τῷ ὑῷ αὐτοῦ Παυλείνῳ· εἰ δὲ μή, ὁ παρὰ ταῦτα ποήσας θήσει | |
τῇ σεμ[ν]οτ[άτῃ] Ἱεραπολειτῶν γερουσίᾳ (δην.) φʹ. ταύτης τῆς ἐπιγραφῆς τὸ ἀντίγραφον ἀπ[ε]- | |
5 | [τέθη] ἰς τὰ ἀρχεῖα. Παυλεῖνα ἡ χρηστὴ ταῖς φίλαις χάριν. |