[ ] Phryg. — Hierapolis (Pamukkale)
1 [ἡ σ]ορὸς καὶ ὁ περικείμενος περὶ αὐτὴν τόπος καὶ τὸ σύστρωμα καὶ βα-
θρικόν, ἔνθα ἐπίκειται ἡ σορός, Μ(άρκου) Αὐρ(ηλίου) Ἡρακλείδου Ἀτταλιανοῦ,
ἐν ᾗ κηδευθήσεται αὐτὸς ὁ Ἡρακλείδης καὶ ἡ γυνὴ αὐτοῦ {μηδενὸς}
Αὐρ(ηλία) Πία καὶ οἱ παῖδες αὐτοῦ, μηδενὸς ἑτέρου ἔχοντος ἐξου-
5 σίαν κηδεύεσθαι ἐν αὐτῇ. ὃς ἂν τολμήσει παρὰ τὰ προγεγραμμέν(α) πρό-
σωπα κηδευθῆναι, εἰσοίσει [τῷ ἐπι(?)]-
τρόπῳ (δην.) ͵βυʹ. ἀ̣[ντίγ]ρ̣αφ[ον].
Search Help
Contact Us