[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ ὑποκείμενος βωμὸς Ζευξιανῆ[ς] Θεοφί-
λου, ἐν ᾗ κηδευθήσεται αὐτὴ καὶ Αἴλιος Καλλιπάρ-
θενος ὁ ἀνὴρ αὐτῆς· οὐδενὶ δὲ ἑτέρῳ ἐξέσται ἄλ-
λον ἐν αὐτῇ κηδεῦσαι· εἰ δὲ μ[ή], ὃς ἂν παρὰ ταῦτα ποιή-
5 σῃ, ἀποδώσει τῷ φίσκῳ δη̣νά̣[ρι]α πεντακόσια, καὶ ὁ ἐκ-
δικήσας λήψεται δηνάρια πεντακόσια. τούτου ἀντί-
γραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us