[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος [Μ(άρκου) Αὐρ(ηλίου)](?)
Ναρκίσσου, ἐν ᾗ κηδευθήσεται αὐτὸς κα[ὶ]
ἡ γυνὴ αὐτοῦ Μαρία Ὄνησις καί, ἐὰν βουληθῇ, τὰ τέκνα αὐτοῦ Νάρ-
κισσος καὶ Ὄνησις, ἕτερος δὲ οὐδείς· εἰ δὲ μή, ἀποδώσει τῷ ἱερωτάτῳ
5 ταμείῳ δηνάρια δισχείλεια πεντακόσια καὶ τῆι ἱερωτάτῃ γερουσίᾳ δηνά-
ρια πεντακόσια καὶ το͂ μηνοιτῇ δηνάρια τρειακόσια. τῆς ἐπειγραφῆς ταύτης
ἀντείγραφον ἁπλοῦν ἀπεταίθη εἰς τὰ ἀρχεῖα·
Search Help
Contact Us