[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Μάρκου
Αὐρηλίου Ἰουλιανοῦ Λόνγου στρατιώτου,
ἐν ᾗ κεκήδευται ἡ μήτηρ αὐτοῦ Ἰουλία, κηδευθή-
σεται δὲ καὶ ὁ πατὴρ αὐτοῦ Μᾶρκος Αὐρή(λιος) Κο-
5 δρᾶ[το]ς Ἀπολλονίδου Λόνγος· ἄλλο δὲ οὐδενὶ
ἐξέσται κηδευθῆναι ἢ κηδεῦσαί τινα, εἰ μὴ ὁ Ἰουλια-
νὸς συνχωρήσει. εἰ δέ τις [τ]ῶν {Ι} προγεγρ[αμμένω]ν ἄλλο[τι]
ἐπιχειρήσει, ἀποδώσει τῷ [σ]εμνοτάτῳ συνεδρίωι γερουσίας
δηνάρια χείλια.
Search Help
Contact Us