[ ] Phryg. — Hierapolis (Pamukkale)
1 [Π]όπ̣λιον Ἀντώνιον Κοίν-
του υἱὸν Κορνηλία Οὐιτ̣ελλε̣[ι]-
ανὸν φιλόπατριν, ἀγαθόν,
χρεοφυλακήσαντα̣ πιστῶς,
5 ἀγορανομήσαντα λαμπρῶς,
βουλαρχήσαντα ἁγνῶς, ἐν
πρεσβείαις τε καὶ ἄλλαις ἀρ-
χαῖς ὑπηρετήσαντα τῇ πόλε[ι]
καὶ ἀναστραφέντα ἐν πᾶσι σε-
10 μνῶς κα̣[ὶ ἐν]δόξως.
Search Help
Contact Us