[ ] Phrygia — Eumeneia (Işıklı) — Yuvaköy — SEG 28.1165
1 Π. ∙ Αἴλ. ∙ Παυλεῖνος Εὐμενεὺς βουλευτὴς τὸν βωμὸν
καὶ τὴν ἐπ’ αὐτοῦ σορ<ὸ>ν κα<τ>εσκεύασεν {⁴ΣΟΡΝΚΑΕΣΚ}⁴ τῷ τε ἀδεφῷ {²⁶ἀδελφῷ}²⁶
αὐτοῦ Αἰλ. ∙ Τερτύλλῳ κεκηδευμένῳ καὶ ἑαυ-
τῷ ζῶν καὶ τῇ γυναικὶ αὐτοῦ Αὐρ. ∙ Τατίᾳ ζώσῃ, ε[ἰ]ς ἣν
5 οὐδενὶ ἑτέρῳ ἐξέσται τεθῆναι· ὃς δὲ̣ [ἂν τολ]μή-
σῃ ἕτερον θεῖναι, εἰσοίσει προστείμο[υ εἰς] τὴν
βουλὴν (δην.) ͵α· ὁμοίως κατεσκεύασεν δ̣ὲ̣ [ὑ]πὸ
τὸν βωμὸν σύνκρουστα δύο, ὧν εἰς τὸ ἕ̣τερον
κεκήδευται ὁ πατὴρ αὐτοῦ ∙ Αἴλ. ∙ Νόστος ∙ τῶν
10 δὲ συνκρούστων ἐξουσίαν ἕξουσιν οἱ υἱ-
οὶ τοῦ Παυλείνου ∙ Αἴλιοι Νόστος καὶ Παυλεῖνος.
Search Help
Contact Us