[ ] Phryg. — Eumeneia (Işıklı) — 9 BC? — CIG 3902b — SCO 16.1967.94,Eum — RDGE 65.D54-67
1 [— — — — — —]αρ[․․․․․․․․․․․․․․․․․․․․] ἀρχό[— — —]
[— — —]<δ>ῶν Ὀκτωβρίων, γενεθλίου [․․] ἡμέρας Καίσαρο[․․․․] δὲ <ἐ>ψηφισμέ<ν>ον στ<έ>-
[․․․․․․․․․․․]ε<γ>ίστας εὑρόντι τειμὰς ὑπὲρ Καίσαρος δεδόσθαι Μαξίμωι τῷ ἀνθυπάτωι, ὃν
[․․․․]εὶ ἀναγορεύεσθαι ἐν τῷ γυμνικῷ ἀγῶνι τῷ ἐν Περγάμωι τῶν Ῥωμαίων Σεβαστῶν, ὅτι
5 στεφανοῖ ἡ̣ Ἀσ]ία Παῦλον Φάβιον Μάξιμον εὐσεβέστατα παρευρόντα τὰς εἰς Καίσαρα τειμάς· ὡσαύ-
τως δὲ ἀναγορεύεσθαι καὶ ἐν τοῖς ἀγομένοις κατὰ πόλιν ἀγῶσιν τῶν Καισαρήων· ἀναγραφῆ-
ναι δὲ τὸ δελτογράφημα τοῦ ἀνθυπάτου καὶ τὸ ψήφισμα τῆς Ἀσίας ἐν στήλλῃ {²⁶στήλῃ}²⁶ λευκολίθῳ,
ἣν καὶ τεθῆναι ἐν τῷ τῆς Ῥώμης καὶ τοῦ Σεβαστοῦ τεμένει· προνοῆσαι δὲ καὶ τοὺς καθ’ ἔτος
ἐκ<δίκ>ους ὅπως ἐν ταῖς ἀφηγουμέναις τῶν διοικήσεων πόλεσιν ἐν στήλλαις {²⁶στήλαις}²⁶ λευκολίθοις
10 ἐνχαρα<χ>θῆι τό τε δελτογράφημα τοῦ Μαξίμου καὶ τὸ τῆς Ἀσίας ψήφισμα, αὗταί τε αἱ στῆλ-
λαι {²⁶στῆλαι}²⁶ τεθῶσιν ἐν τοῖς Καισαρήοις. {²vac.}²
Search Help
Contact Us