[ ]
Phryg. — Eumeneia (Işıklı) — 9 BC? — CIG 3902b — SCO 16.1967.94,Eum — RDGE 65.D54-67
1 | [— — — — — —]αρ[․․․․․․․․․․․․․․․․․․․․] ἀρχό[— — —] |
[— — —]<δ>ῶν Ὀκτωβρίων, γενεθλίου [․․] ἡμέρας Καίσαρο[․․․․] δὲ <ἐ>ψηφισμέ<ν>ον στ<έ>- | |
[․․․․․․․․․․․]ε<γ>ίστας εὑρόντι τειμὰς ὑπὲρ Καίσαρος δεδόσθαι Μαξίμωι τῷ ἀνθυπάτωι, ὃν | |
[․․․․]εὶ ἀναγορεύεσθαι ἐν τῷ γυμνικῷ ἀγῶνι τῷ ἐν Περγάμωι τῶν Ῥωμαίων Σεβαστῶν, ὅτι | |
5 | στεφανοῖ ἡ̣ Ἀσ]ία Παῦλον Φάβιον Μάξιμον εὐσεβέστατα παρευρόντα τὰς εἰς Καίσαρα τειμάς· ὡσαύ- |
τως δὲ ἀναγορεύεσθαι καὶ ἐν τοῖς ἀγομένοις κατὰ πόλιν ἀγῶσιν τῶν Καισαρήων· ἀναγραφῆ- | |
ναι δὲ τὸ δελτογράφημα τοῦ ἀνθυπάτου καὶ τὸ ψήφισμα τῆς Ἀσίας ἐν στήλλῃ {²⁶στήλῃ}²⁶ λευκολίθῳ, | |
ἣν καὶ τεθῆναι ἐν τῷ τῆς Ῥώμης καὶ τοῦ Σεβαστοῦ τεμένει· προνοῆσαι δὲ καὶ τοὺς καθ’ ἔτος | |
ἐκ<δίκ>ους ὅπως ἐν ταῖς ἀφηγουμέναις τῶν διοικήσεων πόλεσιν ἐν στήλλαις {²⁶στήλαις}²⁶ λευκολίθοις | |
10 | ἐνχαρα<χ>θῆι τό τε δελτογράφημα τοῦ Μαξίμου καὶ τὸ τῆς Ἀσίας ψήφισμα, αὗταί τε αἱ στῆλ- |
λαι {²⁶στῆλαι}²⁶ τεθῶσιν ἐν τοῖς Καισαρήοις. {²vac.}² |