[ ] Phryg. — Temenothyrai (Uşak) — IGR 4.622 (part)
1 Αὐρ. Μάρκελλος ἑαυτῷ ζῶν καὶ Ἀμμιανῇ
τῇ γυναικί μου καὶ τῇ θυγατρὶ Ἀμμιανῇ καὶ
Ζηνοδότῳ τῷ γαμβρῷ μου σὺν καὶ τοῖς τέκνοις
αὐτοῦ κατεσκεύασα τὸ μνημεῖον. εἰ δέ τις παρὰ ταῦτα
5 ποιήσει καὶ ἕτερον ἐπισοί<σ>ει {⁴επισοιει}⁴ {²⁶ἐπεισοίσει?}²⁶ νεκρόν, θήσει εἰς τὸ ἱερώτατον
ταμεῖον (δην.) φʹ.
Search Help
Contact Us