[ ]
Phryg. — Upper Tembris Valley: Altıntaş — CIG 3857m, Add. p.1088; LBW 775 — JRS 18.1928.32,247 — GVI 675a
1 | ἀέναον τόδε σῆμα πατὴρ εἵδρυσε θυγατρί, / ἀθανάτην τειμήν, μνημόσυνον δακρύων. / |
μήτηρ δὲ ἡ βαρυπενθὰς ἐπὶ τέκνου ταχυμοίρου / ἐμαυτὴν ζῶσα συγκατέθηκα τάφῳ, / | |
εἵνεκον ἰστοργῆς δάκρυσι μυρομένα. / χαίροις, αἰσθλὲ ὁδεῖτα· σοφῷ νοῒ μάνυε τειμάν / | |
Πλούτωνος βασιλῆος ἐπιχθονίων ἀνθρώπων, / ᾧ χωρὶς μακάρων πάντες ὀφειλόμεθα. / | |
5 | ἔστι γὰ<ρ> ἐν φθιμένοις Νέ- |
μεσις μέγα, ἔστι ἐπὶ τύνβοις· μ̣[ὴ β]λάψῃς τύνβον, ἀλλὰ ἀναγνοὺς πάριθι. / | |
Τειμέας καὶ Νανα γονεῖς. |