[ ]
Phryg. — Dokimeion (İscehisar) — Byzantine period — CIG 9267; LW 1714
1 | ☩ ποιμένος ἀρίστου τῶν θεορρήτων λόγ̣ων |
ἦν, παροδῖτα, μνῆμα τῆς μνήμης χάριν | |
Μαξειμίων ἔτευξε τοῦτο τοῖς πόνοις. | |
ἀλλ’ εἰς μίωσιν ἦλθε τῷ χρόνῳ ποτέ, | |
5 | ἥπερ συνυπάρχει τοῖς χρόνοις ὑπηρέτις. |
ὁ δ’ Εὐνόμειος καινίσας τὴν σύστασιν | |
ὡς σοφὸς ὑπάρχων ἰατρὸς καὶ γεννάδας | |
ἤγειρεν αὐτὸ προγονικῆς φήμης χάριν | |
αὐτὸς προθύμως κληρονομήσας ὡς πάλαι. |