[ ]
Phryg. — Dokimeion (İscehisar) — Byzantine period — CIG 9267; LW 1714
| 1 | ☩ ποιμένος ἀρίστου τῶν θεορρήτων λόγ̣ων |
| ἦν, παροδῖτα, μνῆμα τῆς μνήμης χάριν | |
| Μαξειμίων ἔτευξε τοῦτο τοῖς πόνοις. | |
| ἀλλ’ εἰς μίωσιν ἦλθε τῷ χρόνῳ ποτέ, | |
| 5 | ἥπερ συνυπάρχει τοῖς χρόνοις ὑπηρέτις. |
| ὁ δ’ Εὐνόμειος καινίσας τὴν σύστασιν | |
| ὡς σοφὸς ὑπάρχων ἰατρὸς καὶ γεννάδας | |
| ἤγειρεν αὐτὸ προγονικῆς φήμης χάριν | |
| αὐτὸς προθύμως κληρονομήσας ὡς πάλαι. |