[ ] Phryg. — Dokimeion (İscehisar) — Byzantine period — CIG 9267; LW 1714
1 ☩ ποιμένος ἀρίστου τῶν θεορρήτων λόγ̣ων
ἦν, παροδῖτα, μνῆμα τῆς μνήμης χάριν
Μαξειμίων ἔτευξε τοῦτο τοῖς πόνοις.
A)LL' EI)S MI/WSIN H)=LQE TW=| XRO/NW| POTE/,
5 ἥπερ συνυπάρχει τοῖς χρόνοις ὑπηρέτις.
ὁ δ’ Εὐνόμειος καινίσας τὴν σύστασιν
ὡς σοφὸς ὑπάρχων ἰατρὸς καὶ γεννάδας
ἤγειρεν αὐτὸ προγονικῆς φήμης χάριν
αὐτὸς προθύμως κληρονομήσας ὡς πάλαι.
Search Help
Contact Us