[ ] Phryg. — Hieropolis (Koçhisar): Hüdāi Kaplicasi — bef. 216 AD — IChUR(1) II,1.xv — IGR 4.696
1 ἐκλεκτῆς πόλεως ὁ πολείτης τοῦτ’ ἐποίησα
  ζῶν, ἵν’ ἔχω φανερῶ[ς] σώματος ἔνθα θέσιν,
οὔνομ’ Ἀουίρκιος [ὤν, ὁ] μαθητὴς Ποιμένος ἁγνοῦ,
ὃς βόσκει προβάτων ἀγέλας ὄρεσι[ν] πεδίοις τε,
5 ὀφθαλμοὺς ὃς ἔχει μεγάλους [καὶ πάνθ’] ὁρόωντας·
οὗτος γάρ μ’ ἐδίδαξε [․․․․․․․․] γράμματα πιστά,
εἰς Ῥώμην ὃς ἔπεμψεν ἐμὲν βασιλῆαν ἀθρῆσαι
καὶ βασίλισσαν ἰδεῖν χρυσόστολον χρυσοπέδιλον·
λαὸν δ’ εἶδον ἐκεῖ λαμπρὰν σφραγεῖδαν ἔχοντα·
10 καὶ Συρίης πέδον εἶδα καὶ ἄστεα πάντα, Νίσιβιν,
Εὐφράτην διαβάς· πάντη δ’ ἔσχον συνομήθεις,
Παῦλον ἔχων ἔπο[μην], Πίστις πάντη δὲ προήγε
καὶ παρέθηκε τροφὴν πάντη, Ἰχθὺν ἀπὸ πηγῆς,
πανμεγέθη, καθαρόν, ὃν ἐδράξατο Παρθένος ἁγνή,
15 καὶ τοῦτον ἐπέδωκε φίλοις ἔσθειν διὰ παντός,
OI)=NON XRHSTO\N E)/XOUSA, KE/RASMA DIDOU=SA MET' A)/RTOU.
ταῦτα παρεστὼς εἶπον Ἀουίρκιος ὧδε γραφῆναι·
ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς.
ταῦθ’ ὁ νοῶν εὔξαιθ’ ὑπὲρ [αὐτοῦ] πᾶς ὁ συνῳδός.
20 οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει·
εἰ δ’ οὖν, Ῥωμαίων ταμείῳ θήσει δισχείλια χρυσᾶ,
καὶ χρηστῇ πατρίδι Ἱεράπολ[ι] χείλια χρυσᾶ.
Search Help
Contact Us